Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.8 Dem. 4.12 (English) >>Dem. 4.16

4.10πότʼ οὖν, ἄνδρες Ἀθηναῖοι, πόθʼ χρὴ πράξετε; ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις . νῦν δὲ τί χρὴ τὰ γιγνόμενʼ ἡγεῖσθαι; ἐγὼ μὲν γὰρ οἴομαι τοῖς ἐλευθέροις μεγίστην ἀνάγκην τὴν ὑπὲρ τῶν πραγμάτων αἰσχύνην εἶναι. βούλεσθʼ, εἰπέ μοι, περιιόντες αὑτῶν πυνθάνεσθαι,“λέγεταί τι καινόν;” γένοιτο γὰρ ἄν τι καινότερον Μακεδὼν ἀνὴρ Ἀθηναίους καταπολεμῶν καὶ τὰ τῶν Ἑλλήνων διοικῶν; “τέθνηκε Φίλιππος;” “οὐ μὰ Δίʼ, ἀλλʼ ἀσθενεῖ.” 4.11 τί δʼ ὑμῖν διαφέρει; καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε, ἄνπερ οὕτω προσέχητε τοῖς πράγμασι τὸν νοῦν· οὐδὲ γὰρ οὗτος παρὰ τὴν αὑτοῦ ῥώμην τοσοῦτον ἐπηύξηται ὅσον παρὰ τὴν ἡμετέραν ἀμέλειαν. 4.12καίτοι καὶ τοῦτο· εἴ τι πάθοι καὶ τὰ τῆς τύχης ἡμῖν, ἥπερ ἀεὶ βέλτιον ἡμεῖς ἡμῶν αὐτῶν ἐπιμελούμεθα, καὶ τοῦτʼ ἐξεργάσαιτο, ἴσθʼ ὅτι πλησίον μὲν ὄντες, ἅπασιν ἂν τοῖς πράγμασιν τεταραγμένοις ἐπιστάντες ὅπως βούλεσθε διοικήσαισθε, ὡς δὲ νῦν ἔχετε, οὐδὲ διδόντων τῶν καιρῶν Ἀμφίπολιν δέξασθαι δύναισθʼ ἄν, ἀπηρτημένοι καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις.

4.13ὡς μὲν οὖν δεῖ τὰ προσήκοντα ποιεῖν ἐθέλοντας ὑπάρχειν ἅπαντας ἑτοίμως, ὡς ἐγνωκότων ὑμῶν καὶ πεπεισμένων, παύομαι λέγων· τὸν δὲ τρόπον τῆς παρασκευῆς ἣν ἀπαλλάξαι ἂν τῶν τοιούτων πραγμάτων ὑμᾶς οἴομαι, καὶ τὸ πλῆθος ὅσον, καὶ πόρους οὕστινας χρημάτων, καὶ τἄλλʼ ὡς ἄν μοι βέλτιστα καὶ τάχιστα δοκεῖ παρασκευασθῆναι, καὶ δὴ πειράσομαι λέγειν, δεηθεὶς ὑμῶν, ἄνδρες Ἀθηναῖοι, τοσοῦτον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.8 Dem. 4.12 (English) >>Dem. 4.16

Powered by PhiloLogic